τὰ παρ’ ὑμῶν εἶναι καὶ τῶν παρανόμων ἒν τι τοῖς αὐτοῖς ἐκείνῳ τρέφεσθαι, καὶ οὕτως ἐν ἐλάττοσιν ἔσον- ται. τήν γέ τοι σύνταξιν ἑνὸς ἀνδρὸς ἐκείνου τέττα- ρες ὄντες νενέμηνται, ὥστε κἂν τοὺς ἀγροὺς ὑπάρξῃ λαβεῖν, τῶν γε περὶ τὴν σύνταξιν ἐν ταὐτῷ μενόντων
οὔπω τά τούτων εἰς ἴσον τοῖς ἐκείνου καθίσταται.
παρὰ τοῦτο δικαίως μὴ πείσας ἀπελθεῖν. οὐ γὰρ τὴν καινότητα τῶν εἰσηγήσεων, ἀλλὰ τὴν αἰσχύνην φυλάτ- τεσθαι προσήκει τοὺς βουλευομένους ὀρθῶς. ἄτοπον γὰρ τῶν μὲν κρατούντων τὰ δοκοῦντα χείρω λύεσθαι καὶ τὴν φύσιν τοῦ πράγματος ἰσχυροτέραν εἶναι τοῦ
χρόνου, κατὰ δὲ τῶν οὔπω νενικηκότων ἰσχύειν τὸ μὴ τῶν εἰωθότων εἶναι τὰ λεγόμενα.
οἱ γὰρ ἐκ τοῦ παιδεύειν πεπλουτηκότες ἐν τοῖς ἔμ- προσθεν χρόνοις δόξαν πεποιήκασιν ὡς τῆς τέχνης μάλιστα παρεχούσης ἐνεργάσασθαι χρήματα. τὸ μὲν οὖν δίκαιον ἦν ἀεὶ τὸ πρᾶγμα οὕτως ἔχειν, ἔχει δὲ οὐχ οὕτως. ἀλλὰ μετέπεσε, καὶ ὅθεν, ἴστε μὲν ὅσοι τοῖς
ἡμετέροις παρηκολουθήκατε, τῶν δὲ ἀγνοούντων ἕνεκα φράσω.
φέρουσι καὶ ὁ μισθὸς ὡς ὑπὲρ μεγάλων μέγας· ὅταν δὲ ὑπὸ τοῦ δυναστεύοντος ἐπιτήδευμα καταφρονηθῇ, κἂν χρηστὸν ᾖ τῇ φύσει, τὴν δόξαν ἀπολώλεκε, τῆς δόξης δὲ περιαιρεθείσης καὶ ὁ μισθὸς συνανῄρηται, μᾶλλον δὲ κἂν μὴ σύμπας ἀπόληται, μικρὸς ἀντὶ με-
γάλου γίγνεται.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.