σύνταξις ἢ οὔ; καὶ μάλα. τί δαί; ἀγρὸν οὐκ ἐκαρ- ποῦτο τῆς πόλεως κάλλιστόν τε καὶ πολυοινότατον ἐν δεξιᾷ χωροῦντι πρὸς Δάφνην παρ’ αὐτὸν τὸν ποταμόν; καὶ οὐδεἰς ἀνεβόησεν· ὦ Ἡράκλεις, ἄνθρωπος τος δυοῖν εἴδεσι λημμάτων ἐκκαρποῦται τὴν
πόλιν, ἀλλ' ὡς πάντ’ ἐλάττω τοῦ δέοντος δώσοντες, εἰ καὶ πολλάκις τοσαῦτα δοῖεν, οὕτως ἐφρόνουν.
νέοις ὑπείληφέ τις, ἀπιέναι κελευέτω καὶ ζητείτω βελ- τίους· εἰ δ’ ἀγαθοὺς εἶναι παιδεύειν ὁμολογεῖ, μὴ χρήσθω μὲν ὡς ἐπισταμένοις, ὡς δὲ ἀχρήστους ἀτιμα- ζέτω. εἰ δὲ μή, δόξουσιν οἱ τοῦτο πεπονθότες ἀγρῶν περὶ ὧν λέγω πλείω ποιεῖσθαι λόγον ἢ τῶν
υἱέων. εἰ γὰρ τῶν μὲν ὡς φαύλοις οὐ μεταδώσουσιν ἡγούμενοι τὸ πρᾶγμα δεινόν, τοὺς δὲ τούτοις παιδεύειν παραδώσουσιν ὡς οὐκ ἐν μεγάλῳ κινδυνεύσοντες, πῶς οὐχ ὡμολογήκασι δευτέρους ἄγειν τοὺς παῖδας τῶν χρημάτων νῦν δοκιμάζειν ἀξιοῦντες τοὺς ῥήτορας ἐν
τῇ περὶ τοῦ δοῦναι βουλῇ παρέντες βασανίζειν ἐν τῇ σκέψει τῇ περὶ τῶν υἱέων;
τῷ πείθοντι περὶ τοῦ πλείονος, ἂν δὲ συχνῷ τῳ 4 λειπόμενον, δέχεσθαι τὴν περὶ τῆς προσθήκης παραί- νεσιν, ἐπεὶ κἀκεῖνος ὑπὲρ τοῦ τρέφεσθαι πρεπόντως ἐλευ- θέρῳ τὸ χωρίον προσελάμβανεν. οὐ <γάρ> μὰ Δία, τῆς 5 6 7 παιδεύσεως ἆθλον τοῦτο ἦν. <ἢ> μικρῶς τὴν σοφίαν ἀξίαν γε οὖσαν, ὡς ἐγώ φημι, στεφάνου καὶ ἀναρρήσεως καὶ χαλκῆς εἰκόνος καὶ χρημάτων ὁπόσα ἐν γῇ.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.