εἰς τὴν θάλατταν οὐχ ὑγιαίνει οὐδ’ εἴ τις κυβερνήτης τέμνοι κάλων οὗ δεῖ τῷ πλοίῳ, καὶ ναύτην δὲ εἰ κε- λεύσειε τῇ θαλάττῃ τὴν κώπην ἀφεῖναι, δεινὰ ἂν δοκοῖ ποιεῖν· πόλιν δὲ ἑέ· τις ἄρχων ποιοῖ μέρει τη- λικούτῳ χείρονα, τὰ μέγιστα ὤνησε; τί γὰρ δεῖ δια-
φθείρειν, οὗ τὴν χρείαν ἔνι μεταποιῆσαι; πῶς δὲ οὐκ αἰσχρόν στρατόπεδον πολεμεῖν λίθοις | οἰκείοις 2 καὶ στρατηγὸν ἐφεστηκότα παρακαλεῖν κατὰ τῶν πάλαι πολλῇ σπουδῇ πρὸς ὕψος ἀναβάντων, ὧν τὸ πέρας ἑορτὴν τοῖς τότε βασιλεῦσιν ἔθηκε;
ἑλοῦσι τὴν πόλιν οὐκ ἔχουσι κἀκεῖνον προσεξελεῖν τῆς ἰσχύος τοῦ περιβόλου πᾶν ἐλεγχούσης μηχάνημα. ἦν δὲ δὴ καὶ ἐπὶ τὸ τέγος ἀναβᾶσι πλεῖστον ὅσον τῆς πολεμίας ὁρᾶν, οὐ μικρὸν πολεμουμένοις πλεονέκτημα ἀνθρώποις. ἤκουσα δὲ καὶ ἐριζόντων τινῶν, ἐν ὁπο- 8 τέρῳ τὸ θαῦμα μεῖζον | ἱερῷ, τῷ μηκέτ’ ὄντι
τούτῳ ἢ ὃ μήποτε πάθοι ταὐτόν, ἐν ᾧπερ ὁ Σάραπις.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.