ταῦτα τούτῳ παρὰ τῶν θεῶν οἷς ἀπέδωκεν ἱερὰ καὶ τιμὰς καὶ τεμένη καὶ βωμοὺς καὶ αἷμα. παρ’ ὧν ἀκούσας, ὡς τὸ τῶν Περσῶν αὔχημα ταπεινώσας εἶτα ἀποθανεῖται, τῆς ψυχῆς ἐπρίατο τὸ κλέος πολλὰς μὲν πόλεις ἐλῶν, πολλὴν δὲ γῆν δῃώσας, παιδεύσας δὲ
τοὺς διώκοντας φεύγειν, μέλλων δέ, ὡς ἅπαντες ἴσασι, δέξεσθαι πρεσβείαν κομίζουσαν τῶν πολεμίων δου- λείαν. τοιγαροῦν ἠσπάζετό τε τὸ | τραῦμα καὶ 1 βλέπων ἠγάλλετο καὶ μὴ δακρύων αὐτὸς τοῖς τοῦτο δρῶσιν ἐπετίμα, εἰ μὴ νομίζοιεν αὐτῷ παντὸς ἀμείνω
γήρως εἶναι τὴν πληγήν. καὶ αἱ πρεσβεῖαι τοίνυν αἱ πολλαὶ αἱ μετ’ ἐκεῖνον ἐκείνου πᾶσαι καὶ τὸ λόγοις 2 3 4 5 ἀνθ’ ὅπλων χρῆσθαι τοὺς Ἀχαιμενίδας ἐκείνου τοῦ δέ- ους αὐτῶν ἐγκατατεθειμένου ταῖς ψυχαῖς. τοιοῦτος ἡμῖν ὁ τὰ ἱερὰ τοῖς θεοῖς ἀνιστάς, κρείττω μὲν ἔργα λήθης ἐργασάμενος, κρείττων δὲ λήθης γεγενημένος.
καὶ πολλοῖς ταλάντοις κατεσκευασμένων καὶ προκιν- 6 δυνεύειν ἄξιον. | εἰ γὰρ πανταχόθεν μὲν σωστέον τὰς πόλεις, λάμπουσι δὲ τούτοις μᾶλλον ἢ τοῖς ἄλλοις αἱ πόλεις καὶ οὗτοι τῶν ἐν αὐταῖς μετά γε τὰ κάλλη τῶν βασιλείων κεφάλαιον, πῶς οὐ καὶ τούτοις μετα-
δοτέον προνοίας καὶ ὅπως ἐν τῷ σώματι τῶν πόλεων εἶεν σπουδαστέον; πάντως δέ εἰσιν οἰκοδομήματα κἂν εἰ μὴ νεῴ γε. δεῖ δέ, οἶμαι, τῷ φόρῳ τῶν δεξομένων. δεχέσθω τοίνυν ἑστώς, ἀλλὰ μὴ καταφερέσθω. μηδὲ τὸ χεῖρα μὲν ἀποκόπτειν ἀνθρώπου δεινὸν ἡγώμεθα, 7 πόλεων δὲ ὀφθαλμοὺς ἐξορύττειν μέτριον μηδ’ ἐν μὲν 8 9 10 τοῖς σεισμοῖς τὸ πῖπτον ὀδυρώμεθα, σεισμῶν δὲ οὐκ ὄντων οὐδὲ βλαπτόντων αὐτοὶ τὸ ’κείνων ποιῶμεν.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.