Ἡρακλέα καὶ Πάνα, θεία δὲ ἡ Σαλαμὶς οὐ διὰ τὰς <τρια- κοσίας> τῶν Ἑλλήνων μᾶλλον ναῦς ἢ τοὺς ἐξ συμμάχους, οἱ μετ’ ᾠδῆς τῆς αὑτῶν ἐπὶ τὴν ναυμαχίαν ἧκον. μυρίους <δ’> ἄν τις ἔχοι λέγειν πολέμους τῇ θεῶν εὐνοίᾳ κυβερνηθέντας καί, νὴ Δία γε, καὶ εἰρή-
νῆς καὶ ἡσυχίας χρόνους.
περὶ τὰς θυσίας, τί μὴ τὸ μάταιον ἐκωλύθη; εἰ δὲ καὶ βλαβερόν, πῶς οὐ ταύτῃ γε μᾶλλον; εἰ δ’ ἐν ταῖς ἐκεῖ θυσίαις κεῖται τὸ βέβαιον τῆς ἀρχῆς, ἁπανταχοῦ δεῖ νομίζειν λυσιτελεῖν τὸ θύειν καὶ διδόναι τοὺς μὲν 2 3 4 ἐν Ρώμῃ δαίμονας τὰ μείζω, τοὺς δ’ ἐν τοῖς ἀγροῖς ἢ καὶ τοῖς ἄλλοις ἄστεσιν ἐλάττω, δέξαιτο δ’ ἄν τις εὖ φρονῶν καὶ τὰ τηλικαῦτα.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.