προσαναγκάζειν. εἰ δ’ ὁ μὴ τοῦτο δυνάμενος ἐκείνῳ 2 χρήσεται, εἴργασται | μὲν οὐδέν, οἴεται δέ τουτὶ ἀσθενές]. λόγος δὲ μηδ’ ἐν τοῖς τούτων αὐτῶν τοῦτο ἐνεῖναι νόμοις, ἀλλ’ εὐδοκιμεῖν μὲν τὸ πείθειν, κακῶς δὲ ἀκούειν τὴν ἀνάγκην. τί οὖν μαίνεσθε κατὰ τῶν 3 4 5 6 ἱερῶν, εἰ τὸ πείθειν μὲν οὐκ ἔστι, βιάζεσθαι δὲ <δεῖ>; σαφῶς γὰρ οὕτως καὶ τοὺς ὑμετέρους ἂν αὐτῶν παρα- βαίνοιτε νόμους.
δεῖ μέν μοι πολλῆς, ὦ βασιλεῦ, τῆς παρρησίας, δέδοικα δὲ μή τινα λυπήσω τῶν ἐμαυτοῦ κρειττόνων. χωρείτω δ’ οὖν ὅμως ὁ λόγος ἒν τοῦτο ἀπαιτούμενος, τὴν ἀλή- θειαν.
οὐρανοῦ καὶ τῶν τὸν οὐρανὸν ἐχόντων ἀξιούντων διαλέγεσθαι, ποτέροις ἀκολουθοῦντες οἱ τὰ μέγιστα ἀπὸ μικρῶν καὶ φαύλων τῶν πρώτων ἀφορμῶν Ῥω- μαὶοι δυνηθέντες ἐδυνήθησαν, τῷ <θεῷ> τούτων ἢ
οἷς ἱερὰ καὶ βωμοὶ <καὶ> παρ’ ὧν ὅ τι χρὴ ποιεῖν ἢ μὴ ποιεῖν, ἤκουον διὰ τῶν μάντεων; Ἀγαμέμνονα δὲ τὸ πανταχοῦ τεθυκέναι πλέοντα ἐπ’ Ἴλιον αἰσχρῶς ἐπαν- ήγαγεν ἢ νενικηκότα τῆς Ἀθηνᾶς αὐτῷ τὸ τέλος εὑ- 8 9 10 ρούσης; Ἡρακλέα δὲ τὸν πρὸ τούτου τὴν αὐτὴν καθε- λόντα πόλιν οὐ θυσίαις ἴσμεν τῶν θεῶν προσλαβόντα τὴν ῥοπήν;
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.