φήσουσι παραδιδόναι τοῖς ἀποκτενοῦσιν ἄνθρωπον, οὐδ’ ἢν τὰ δεινότατα εἰργασμένος ᾖ. ἐγὼ δὲ ὅσους μὲν ἐν στάσεσιν ἀπεκτόνασιν οὐδὲ τὴν τῆς προσηγο- 1 2 ρίας αἰσχυνόμενοι κοινωνίαν, παρίημι μή τις εἰς τὸ ἀπερίσκεπτον τὰ τοιαῦτα ἀνενέγκῃ· ἀλλ’ ἐν οἷς ἐξη- λάσατε τοὺς ταῖς αὑτῶν ἐπιμελείαις πενίᾳ βοηθοῦντας ἔν τε γραυσὶ καὶ πρεσβύταις οὔσῃ καὶ παιδίοις ὀρφα-
νοῖς καὶ τούτων τοῖς πλείοσι τὰ πολλὰ πεπηρωμένοις τοῦ σώματος, ταῦτα οὐ φόνος; ταῦτα οὐ θάνατος; ταῦτα οὐκ ἔστιν ἀποκτεῖναι καὶ πικροτάτῳ γε θανάτῳ, διὰ τοῦ λιμοῦ; τοῦ τρέφεσθαι γὰρ αὐτοῖς ἀπολωλότος τοῦτ’ ἐλείπετο δήπου. εἶτ’ ἐκείνους μὲν ἀπολλύντες
οὐδὲν αἰτιαθέντας ἀπώλλυτε, τούτους δ’ ἂν παραβεβη- κότας νόμον <οὔ> οὕτω τὸ <τὰ> δικαστήρια τοῦ μὴ τεθυκέναι τοὺς ἀνθρώπους ἔλεγχον ἔχει. οὕτως οὓς ἔκτειναν οὐ κρίναντες τὸ μηδ’ ἀφορμῆς εἰς τὸ κρί- νεῖν εὐπορεῖν ὡμολογήκασιν.
οὔκουν ἦν εἰκὸς τοὺς οὐκ ὀκνοῦντας ἐκεῖνα τοῦτο 3 φυλάξασθαι; ἀλλ’ ἐξῄρηται τοσαῦτα τοσούτων ἀγρῶν ἱερὰ ὕβρει καὶ παροινίᾳ καὶ κέρδει καὶ τῷ μὴ βούλε- σθαι κατέχειν αὑτούς.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.