ἡμέρας ὑπήκουον καὶ οἷς ἀκίνδυνον ἐτίμων αὐτήν τε καὶ τὸ ἕδος. ὅτι δὲ καὶ θύειν ἄξιον, οὐδεὶς οὔτ’ εἶπεν οὔτ’ ἤκουσεν οὔτ’ ἔπεισεν οὔτ’ ἐπείσθη. οὐδ’ ἂν εἴποι τις τῶν ἐκείνοις ἐχθρῶν, ὡς ἢ αὐτόπτης θυσίας γέγο- νεν ἢ ὡς ἔχει τὸν μεμηνυκότα. εἰ δ’ ἦν ταῦτα ἢ τὸ
ἕτερόν γε, τίς ἂν ἤνεγκε τούτους ἕλκοντας καὶ βοῶντας καὶ κατηγοροῦντας οὐκ ἐν τῷ Φλαβιανοῦ δικαστηρίῳ, ἀλλ’ ἐν τοῖς ὡς ἀληθῶς δικαστηρίοις; οὕτω γὰρ λον ᾤοντο ἂν ἀναιρήσειν τὸ θύειν ἀνελόντες τῶν τε- θυκότων τινάς.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.