τοῦ τὰ δίκαια ποιεῖν ὑπῆρχον. τοὺς γὰρ ἅπερ αὐτὸς ἐπῄνουν ἐπαινοῦντας θεοὺς ἡγούμην καὶ κρείττω με ποιήσειν τῶν πολεμησόντων. λόχον τοίνυν ὁποῖόν τινα βούλεταί τε καὶ δύναται συστησάμενος λάθρα τε διορυττέτω καὶ φανερῶς μαχέσθω. τῆς γὰρ δὴ τῶν
θεῶν μεθ’ ἡμῶν οὔσης ῥοπῆς γέλως ἔσται καὶ αὐτὸς καὶ οὕς συλλέγει.
οἱ πεπονθότες αὐτοὶ κακῶς ἐδέοντό μου μηδὲν ζητῆσαι πλέον μηδ’ ἐκπολεμῶσαι σύνταγμα στρατιωτῶν τοσοῦ- τον ἐργαστηρίῳ. ὥσθ’ οἷς λογισμοῖς εἰς τὸν ἔλεγχον συνέπραττον, τοῖς αὐτοῖς τούτοις εἰς τὸ μὴ γενέσθαι τινὰ τιμωρίαν ἐχρώμην. ἐκεῖνό τε γὰρ ἦν τοὺς ἠδι-
κημένους ἐλεοῦντος καὶ τοῦτο τοῖς αὐτοῖς χαριζομένου, ἄλλως θ’ ὅτε καὶ ἐξῆν αὐτοῖς τὰ αὑτῶν κομίσασθαι. 2 3 ὁ γὰρ ἀρνούμενος μὴ λαβεῖν παρὰ τοῦ τραπεζίτου καὶ λαβὼν οὐκ εἰλήφει. φέρειν γὰρ αὐτὰ πάλιν ἐπὶ τὴν τράπεζαν ἔδει.
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.