ἐσομένης φέρειν. ὅτι μὲν γὰρ δυσμενὴς ἐπὶ τού- τοις ἐκεῖνος καὶ πάντα ἐπιβουλεύσει τρόπον καὶ συν- εργῶν οὐκ ἀπορήσει, καὶ σφόδρα ἐπίσταμαι. οὐ μὴν φόβῳ γε τοῦ τοιούτου πολέμου προδότης ἂν εἱλόμην τῶν δικαίων καὶ γενέσθαι καὶ νομισθῆναι. οὐδὲ γὰρ
1 2 3 τοῖς τὰς τάξεις λιποῦσι συγγνώμην ἔχομεν καὶ ταῦτα εἰδότες, ὅτι δέει τοῦτο ἁμαρτάνουσιν. αὐτὸ γὰρ δὴ τοῦτο καὶ τὸ ἔγκλημά ἐστιν, ὅτι φόβῳ διαφθείρουσι τὸ προσῆκον. διὰ τοῦτο ἀποθνήσκουσιν αἰσχρῶς οὐ
βουληθέντες καλῶς.
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.