ξεν ἔξω ταῦτ’ εἶναι τῆς γνώμης τῆς ἑαυτοῦ. τῆς τῆς γὰρ αἰτίας ἐπ’ ἄλλον ἡκούσης λαβὼν τὸ σῶμα τοῦ κεκακουργηκέναι δοκοῦντος τοὺς ἡμερωτέρους τῶν τὰ γράμματα διδασκόντων μιμησάμενος ἀφῆκε δείξας οἷς περὶ ἕτερον ἐποίησεν, ἅπερ ἂν ἐποίησεν, εἰ καὶ τὸν
πρότερον ἦν τις εἰσηχὼς αὐτῷ.
ἐν οἷς ἦν ἰατρῶν τε ἐστερῆσθαι τὸν ἄνθρωπον καὶ θέαμα εἶναι τοῖς ἐν τῇ πόλει πᾶσιν ἐλεεινὸν ὥσπερ τι τῶν βοσκημάτων ἐλαυνόμενον. εἰ δ’ ἐν τῷ τῆς νουθεσίας ὀνόματι πάντα ταῦτα εἶναι φής, καὶ ἀπο- τυμπανίσας τὸν ἄνθρωπον εἰς ταὐτό μοι δοκεῖς ἂν
καταφυγεῖν. ἀλλ᾿ οὔτε τότε οὐδεὶς ἠνέσχετ᾿ ἂν οὔτε νῦν. οὐ γὰρ ὁ ἄρχων οὐδ’ ἅπερ ἐκεῖνος ἔφησεν, ἀπώλλυ τὸν Ἀντίοχον, ἀλλὰ τό τε χρήματα ἐπ’ Ἀν- τιόχῳ παρὰ τῶν ἐχθρῶν τῶν Ἀντιόχου δεδόσθαι τό τε τὴν Ἀντιόχου γυναῖκα μὴ δυνηθῆναι πρὸ τῶν πλη-
γῶν δοῦναι τούτῳ χρυσίον ὁπόσον ἐβούλετο, ἐπεὶ καὶ μετὰ τὰς πληγὰς οὐ τοσοῦτον μέν, ἐδόθη δ’ οὖν.
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.