πρὸς Κάνδιδον, ἀλλ’ ἔστω τὸ πικρὸν τοῦτο δίκαιον, εἰ διαρρήδην ἤκουσεν, ὅτι δεῖ ταῦτα Ἀντίοχον ἅπαντα παθεῖν ἃ πέπονθεν. ἀλλ’ οὐκ ἂν δύναιτο. οὐκοῦν κύριος ἦν σαφῶς τοῦ γε ἐλάττονος καὶ οὐκ ἔμελλε δώσειν νῦν δίκην τοῦ μὴ ὅσην νῦν δίκην λαβεῖν οὐδ’
ἐρήσεσθαι τοὺς ὑπηρέτας ὁ ἄρχων· πόσαι δὲ αἱ πληγαί; οὐδ’ ὡς οὐ πολλαί, γνοὺς ἢ λόγῳ ἢ ἔργῳ λυπήσειν τὸν Κάνδιδον. καίτοι τὶ τὸ κωλῦον ἦν, εἰ πολλὰς οὕτω γενέσθαι τὰς πληγὰς ἐβούλετο, τὸν ἀριθ- μὸν εἰπεῖν καὶ τὸ τοὺς τύπτοντας εἶναι δεῖν τῶν ῥω-
μαλεωτέρων, οἷον Κάνδιδος αὐτῷ τὸν υἱὸν ἐπέστησε τὸν αὑτοῦ;
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.