εἰσόμενον, εἰ ταῦτά τε οὕτως ἔχοι καὶ εἰ μισθὸς τοῦ τυχεῖν τῆς κλίνης τὸν ἄνθρωπον δέδοται. ὡς δ’ ἧκεν ὁ πεμφθεὶς ἀγγέλλων ἀμφότερα, τὸ μὲν ὡς ἀηδέστατά τε ἐλουσάμην δειπνῆσαί τε οὐκ ἐδυνήθην ἔν τε ὀνεί- 2 3 ρασι <διετέλεσα> θεώμενος τὰς πληγάς, ταυτὶ ἐάσω· τὰ δ’ ἅμα ἡμέρᾳ δάκρυα τῆς ἐκείνου γυναικὸς τίς οὐκ ἂν ἠλέησεν ἐρριμμένης τε χαμαὶ καὶ κοπτο- μένης αἰτούσης συμμαχίαν εἰς τὸ πρὸς τὸν ἄρχοντα ταῦτα εἰπεῖν; ἐγὼ δὲ τούτου μὲν αὐτὴν ἀπῆγον ἀδι-
κῶν ἴσως οὐκ ἐῶν δίκην ὅσην ἄξιον λαβεῖν, ἐπὶ δὲ τὸν σύνδικον μεθίστην τῆς πόλεως· οὐ γὰρ δὴ καὶ ταύτης αὐτὴν ἔδει τῆς παραμυθίας στερεῖσθαι. ἐν τοίνυν τῇ περὶ τούτων ἐξετάσει παρεῖναί τε ὁμολογῶ καὶ τῇ γυναικὶ οὐ πολλὰ μέν, ὅμως δὲ ῥήματά τινα συνεισενεγκεῖν.
μετὰ τοῦ τῶν δικαίων ἀμελεῖν εἰς γῆρας ἥκω. καίτοι τίς οὐκ οἶδεν, ὡς ἀεὶ διὰ τῆς πόλεως ἐρχόμενος οὐδένα τῶν κλαιόντων παρέρχομαι, ἀλλ’ ἔστην, ἤλγησα, ἐζή- τησα τὸν ἠδικηκότα, ἐλῶν μὲν ἐπέθηκα δίκην, μὴ δυ- νηθεὶς δὲ ἠχθέσθην; πολλοὶ | δὲ καὶ μείζονος 4 ἄξιοι δίκης ὑπὸ τοῖς συνδίκοις ἐμοῦ πέμψαντος ἐγέ-
5 6 νοντο. οὐ γὰρ ἐν τῷ κωλύειν τι παθεῖν πανταχοῦ τὸ δίκαιον, ἀλλὰ τὸ τῆς τιμωρίας ἀρκοῦν τοῖς δικαί- οις ἐστί.
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.