τὸ καὶ περιάγεσθαι τὸν ταλαίπωρον διὰ τῆς πόλεως ὅλης τό τε ἀπὸ τῶν πληγῶν ἐπιτείνων κακὸν τῇ τῶν φαρμάκων ἀναβολῇ καὶ δευτέραν ἐπάγων δίκην τὴν ἀπὸ τῆς αἰσχύνης. ὡς δ’ ἥλιος μὲν ἦν περὶ δύσιν, ὁ δ’ ὑπὸ τῶν ἀγόντων τοῖς ἑαυτοῦ γείτοσιν ἔμελλεν ὀφθή-
σεσθαι, προσπεσοῦσα πρὸς τὰ γόνατα αὐτοῖς ἡ γυνὴ δεῖται τοῦτο γοῦν αὐτῷ χαρίσασθαι τὸ καλύψαι τὰ νῶτα. οἱ δὲ οὐ χαρίζονται μέν, ἀποδίδονται δέ. καὶ παρῆν ἰατρὸς καὶ φόβος περὶ τῇ ψυχῇ.
Oratio 29. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.