οὐκ ἔστιν εἰπεῖν, ὅτι τοῦτ’ ἔγραψας μέν, οὐκ ἐβεβαίω- σας δὲ τοῖς ἔργοις, ἀλλὰ τοῦτο μὲν τὸν τῆς Ἀσίας ἄρχοντα Φλαβιανὸν τοιοῦτόν τι πλημμελήσαντα κά- κιστόν τε ἡγήσω καὶ τῆς ἀρχῆς ἔπαυσας, ὁ δὲ βου- λευομένου σου περὶ τῆς τιμωρίας ἐμβὰς εἰς πλοῖον
ἀποδρὰς ᾤχετο, τοῦτο δὲ τὸν τῆς Αἰγύπτου τἄλλα σεσυκοφαντημένον καὶ πάσας πλὴν μιᾶς ταύτης δια- λύσαντα τὰς αἰτίας ἔδησάς τε ἡμέρας οὐκ ὀλίγας καὶ φροντίσαι περὶ τῆς σωτηρίας ἐποίησας μείζω μοῖραν τούτῳ νείμας ἢ τοῖς ἄλλοις ἅπασι. ληρεῖν γάρ σοι
τῇ τῶν ἄλλων ἐδόκει μνήμῃ διὰ τὴν κατὰ τοῦτο ἁμαρτίαν.
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.