τῶν κοινωνίαν, ἀλλὰ χωρὶς μὲν ἐκεῖνα κεῖσθαι, χωρὶς δὲ τὴν περὶ τῶν πραγμάτων ἐξέτασιν, ἄλλως θ’ ὅτε καὶ τὴν ἀμοιβὴν ἐκείνων ἔχει τῶν ἐπῶν. εἰ γὰρ καίως δι’ ἐκεῖνα τετίμηται, καὶ ὧν ἀδικεῖ δικαίως ἂν δοίη δίκην. ὅταν γὰρ ὁ αὐτὸς ἄνθρωπος τὰ μὲν βελ-
τίων, τὰ δὲ φαίνηται χείρων, ἀμφοτέρων εἰκότως ἂν παρὰ τῶν ἄλλων τυγχάνοι, δι’ ἐκεῖνα μὲν ἐπαίνων, διὰ δὲ τὰ φαυλότερα τιμωρίας.
ῥία τροφῆς, ἢ τὴν περὶ τὰς δίκας βραδυτῆτα ἢ τὴν ἐν τοῖς θεάτροις ἀηδίαν ἢ τὴν περὶ τὸ σῶμα τῆς λεως ὀλιγωρίαν ἢ καὶ ὡς μισεῖ μὲν τοὺς συνδίκους, μισεῖ δὲ τοὺς πόλεων ἄρξαντας, ὑποπτεύει δὲ πάντα μὲν λόγον, πᾶσαν δὲ παραίνεσιν καὶ τὰς παρ’ αὐτῶν
γε τῶν εἶναι δοκούντων φίλων, ταυτὶ μὲν καὶ πολλὰ πρὸς τούτοις ἕτερα μετὰ ταῦτα ἀκούσῃ ἢ ἡμῶν των ἢ καὶ ἑτέρων κατηγορούντων· νῦν δ’ οἷος ἡμῖν περὶ τοὺς βουλευτὰς γεγένηται, δεῖ σε μαθεῖν.
αὐτοὺς ἐβουλήθης ἄξιόν ἐστιν εἰπεῖν. σὺ τοίνυν εὖ καὶ καλῶς εἰδώς, ὁπόσον ἐστὶ βουλὴ πόλει καὶ ὡς οὐχ 11 12 ἧττον ἢ νηὶ τρόπις, καὶ οἵων παρὰ τῆς μεγίστης βου- λῆς, λέγω τῆς Ῥωμαίων, ἠξίωται καὶ ὡς ταῦτα ἐκινήθη τῷ χρόνῳ καὶ ὡς τούτῳ διεφθάρησαν, νόμον ἔθηκας, ὦ βασιλεῦ, μὴ ἐξεῖναι τύπτεσθαι παρὰ τῶν ἐπὶ τῶν ἀρχῶν τοὺς ἐν ταύτῃ τῇ τάξει καὶ προσηγορίᾳ.
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.