βουλεύων τῷ βουλεύοντι παρακαθήμενος πεπληγμένον ἐκεῖνον κρείττων αὐτὸς ὢν ἢ τοῦτο παθεῖν παραμυ- θεῖται. τί οὖν οἴει οὐ ταχέως κἀκεῖνον ἐπὶ τὰ τοῦδε βαδιεῖσθαι οὐδὲ ἐγγράψειν αὑτὸν εἰς τοὺς ταῦτα οὐ πεισομένους; τῶν συλληψομένων δὲ εἰς τοῦτο οὐκ
ἀπορήσει. καὶ πολλαχοῦ δὴ τῆς πόλεως, ὦ βασιλεῦ, μετὰ τὰς πληγὰς ἐκείνας τοιαυτὶ παρὰ τῶν βουλευ- όντων τῶν ὀλίγων λέγεται· χαιρέτω μὲν οἰκία, χαιρόντων δὲ ἀγροί, πωλείσθω μὲν ταῦτα, πω- 1 λείσθω δὲ ἐκεῖνα, | τῇ δὲ τιμῇ τῇ τούτων
ὠνείσθω τις ἐλευθερίαν.
ὅπως μηδὲν ὑβριστικὸν περὶ τὸ σῶμα τὸ τοιοῦτο γίγνηται. ἀλλ’ ὁ θαυμάσιος οὗτος καταγελᾷ μὲν τῶν· λαβόντων, καταγελᾷ δὲ τῶν δεδωκότων, οὐκ ἐᾷ δὲ τὴν ἐσθῆτα δύνασθαι τοσοῦτον ὁπόσον ἔχει παρὰ τοῦ νόμου. συμβουλεύει δὲ οὐ ῥήμασιν, ἀλλ’ ἔργῳ καὶ
πληγαῖς φεύγειν μὲν τὰς βουλάς, καταφεύγειν δὲ ἐτέ- ρωσε.
σθαι ταῖς πληγαῖς, ἀλλὰ πολλὰς πόλεις διὰ τῶν λῶν, ὑπὲρ ὧν σὺ μὲν νόμους τίθης, οἱ δ’ οὐκ ἀξιοῦσι προσέχειν. ἀλλ’ ἤν τι καὶ μικρὸν τῶν ἰδίων ἐγκαλέ- σωσι, πολὺς ὁ μόλυβδος, ὁποῖον δή τι καὶ τὸ νῦν, ὡς ὅσα γε περὶ τὸ κοινὸν εἶχεν αἰτίαν, οὐδὲν οὐδαμοῦ
τοσοῦτον.
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.