καὶ ἐλπίδα. νῦν δ’ ἡμῖν καὶ αὐτὸς πλεῖστα συγγε- γένηται τοῖς τῶν τοιούτων ἐπιστήμοσι καὶ τὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν ἐγγὺς ἑστηκότων αἰτῶν, παρακαλῶν, χάριν ὑπισχνούμενος ἕξειν, ὑπισχνουμένων ποιήσειν ἡδόμενος. καίτοι καὶ εἰ δικαίως ταῦτα ἐκτῶ, τήν γ’
ὑποψίαν ἐχρῆν φυγεῖν. καὶ γὰρ εἰ ψευδὴς αὕτη, τό γε μηδὲ τὴν τοιαύτην εἶναι βέλτιον μηδὲ ἔχειν ἐρωτᾶν μηδένα μήτε τῇδε | μήτε ἐν Γαλάταις· πόθεν δὲ 1 ταῦτα; ἀλλ’ ὅτι μεθ’ ὧν ἀπῆρε σκευῶν, ταῦτα ἐπανῆ- κεν ἔχων.
μὴ γὰρ αὐτός ποτε τοῦτο συγχωρήσαιμι. χρὴ δὲ οὐδὲ σέ, βασιλεῦ· τοῦτο γάρ, τοῦτο ἔστιν ὃ τὰ βουλευτήρια κεκένωκε μάλιστα. ἴσως μὲν γάρ τι καὶ ἄλλο, τουτὶ δὲ διαφερόντως, αἰ πληγαί, καὶ τὸ τῷ σώματι τοιαῦτα πάσχειν, οἷα μηδὲ τὰ κακουργότατα τῶν ἀνδραπόδων.
διὰ τοῦτο πάντες ὡς εἰπεῖν πλὴν βουλευτῶν γαμοῦσι καὶ τῶν βουλευόντων αὐτῶν ἐκδιδόντων, ὡς ἂν ἀκρι- βέστερον ἑτέρων τὰς ἐν τῷ βουλεύειν ἐπισταμένων ὕβρεις. ἢ γὰρ ἔλαβον πληγὰς ἢ προσδοκῶσιν ἐκ τῶν παραδειγμάτων.
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.