πρᾶγμα πενίας μεῖζον ἦν; εἰ δὲ ἔφευγον τὴν οὐκέτι πόλιν Ἔμεσαν; εἰ δὲ ἐκρύπτοντο μένοντες; σὺ δὲ πό- λιν μὲν τοιαύτην καὶ τοσαύτην ἀπολωλυῖαν οὐ δα- κρύεις οὐδ’ εἰ καὶ μὴ πάντα, μέρος γε ἔν τι τῶν ποτε 1 ὄντων ἀγαθῶν ἀποδίδως, τὸν | δὲ ἕνα τύπτεις
παρὰ τοὺς νόμους καὶ προλέγεις ἅπασι· μὴ λειτουρ- γεῖτε, μὴ πολιτεύεσθε, μὴ βουλεύετε, χωρεῖτε ἐπὶ ζώνας ἢ μείζονας ἢ ἐλάττονας.
ὁ πευθὴν Οὐράνιος ἦν, ἤκουε δὲ λέγοντος μάλα ἐντε- ταμένως, τὰ ῥήματα δὲ ἦν, ὅτι μισοῖ πάντας ἐφεξῆς. 2 3 4 ὢ τῆς ἀνοίας. βοᾷς ἃ κρύπτειν ἔδει καὶ τῶν κατὰ σοῦ τὰ δυνάμενα λαθεῖν ἐξαγορεύεις καὶ διδάσκεις πόλιν οὕτω μεγάλην μισεῖν σε. τὸ γὰρ αὐτὸ δήπου ποιήσει καὶ ἡ πόλις. καὶ μὴν ἄρχοντος μὲν τὸ τοὺς ἀρχομένους εὖ ποιεῖν, οὓς δὲ μισεῖ τις, οὐκ εὖ ποιεῖν,
ἀλλὰ κακῶς ἀνάγκη. κακῶς ἄρα ποιεῖς τῶν μένων τινάς, τὸ δὲ καὶ τίνας ὄντας ἀφείσθω τανῦν.
θέναι τοῖς ἀνθρώποις καὶ γῆν καὶ οἰκοδομήματα καὶ ὑποζύγια καὶ πηγάς, οὕτω γάρ σοι τὸ μῖσος ἔσται λαμπρότερον, | καὶ πρός γε τοὺς οἰκείους, ὅταν 5 οἴκαδε ἐπανέλθῃς, μετὰ τῶν ἄλλων τῶν περὶ τῆς ἀρχῆς λόγων ἔστω καὶ τοῦτο καὶ εἰ βούλει γε, πρῶτον.
6
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.