λέγων, δι’ οὓς ἠδίκηκε, λέγει, βέλτιον δὲ ἦν ἔχειν αὐ- τὸν λέγειν, ὡς οὐδὲν ἠδίκηκε. μέλειν μὲν οὖν ἐκεί- νοις ἐκείνου φαίην ἄν, ἔδει δὲ τὸν ἀκούοντα λέγειν ἁπλοῦν τινα λόγον, ὅτι τὰ μὴ δίκαια παύσων, ἀλλ’ οὐκ ἰσχυρὰ ποιήσων πέμπομαι. τὸν δ’ ἀκούω
διὰ πάσης ἀδικίας ἀφῖχθαι καί μοι κάλλιον ἰδι- ωτεύειν ἢ οὕτως ἄρχειν. τί δ᾿ ἂν δεινὸν ἔπα- θες ἥκων μὲν ἐπὶ τὴν ἀρχήν, λύων δὲ ὅσα ἐξῆν τῶν 1 2 3 Κόκκου; βραχὺν ἂν τῆς ἀρχῆς τὸν χρόνον τοῦτο 4 ἐποίησε. καλῶς. ἀλλ’ ἐπαινούμενόν | γε. ἔστι δὲ ἄμεινον μιᾶς ἡμέρας ἀρχὴ τὸ δίκαιον ἔχουσα ἢ τὸ πάντα τὸν βίον ἄνευ τούτου κατειληφέναι τὸν θρόνον.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.