ταῦτα αὐτὸς πρὸς αὐτὸν ἔφην πολλάκις ἐπιτιμῶν, ὁ δ’ ἐμειδίασέ τε καὶ οὐκ ἠρνήσατο ὡς ἄν τι χρηστὸν ποιῶν. διὰ τοῦτο ὕδατι πολλῷ γεφύρας τινὸς πλεῖστα ἀγούσης εἰς τὴν πόλιν διακοπείσης καὶ τῶν περὶ τὴν τροφὴν ἡμῶν χεῖρον ἐχόντων ἔφασκον μὲν ἐγὼ τῆς
Λητοΐου ψυχῆς δεῖσθαι τοῦτο τὸ πάθος πολλὰ αῦτα κατὰ τάχος ἐπηνωρθωκότος, ὁ δ’ ὕβρισέ μοι σιωπῇ τὴν συμβουλὴν οἰηθεὶς εἶναί μοι τὴν σπουδὴν οὐ τὴν πόλιν εὖ παθεῖν, ἀλλὰ τὸν ἄνθρωπον. εἰσῄει Θαλλὸς ὁ ἰατρὸς ὡς αὐτὸν τοῖς ἀπὸ τῆς τέχνης τὰ ἀπὸ τῆς
γνώμης προστιθείς. ἔκλεισεν αὐτῷ τὰς θύρας ἐλέγξας 1 2 3 μὲν ἐπ’ οὐδενί, πείσας δὲ αὑτὸν προδίδοσθαι.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.