ΚΑΤΑ ΙΚΑΡΙΟΥ Α.
τετυχηκότων, καὶ ἅμα δειχθείην ἂν ἐκ τούτων ἥκιστα κολακεύων, εἴπερ καὶ ἐν οἷς ἡμάρτηκεν εἰρήσεται. ὃ τῶν ἄλλων ὅσοι συγγεγράφασιν οὐκ οἶδα ἔγωγέ τινα πεποιηκότα, ἀλλ’ ὃν ὡς χρηστὸν ἐπῄνεσαν, μένουσιν ἐπαινοῦντες, κἂν τοὐναντίον ποιεῖν παραινῇ τὰ πράγ-
μάτα, καθάπερ τῶν ἐκείνοις ἔξω τοῦ προσήκοντος γεγενημένων αὐτοὶ δώσοντες λόγον.
ὕπνον μακρὸν τὰς νύκτας ἀνάλωσε, νόσημα δὲ ἕτερον 11 αὐτοῦ κατειλήφει τὴν ψυχήν, | ὑποψία πρὸς τὰ πολλὰ τῶν καλῶς λεγομένων καὶ τὸ μήτ’ αὐτὸν εὑρί- σκειν τὸ δέον τῶν τε συμβουλῶν ἀποκρούεσθαι τὰς ἀρίστας διὰ τὸ νομίζειν τὸν σύμβουλον τῶν αὑτῷ τι συμφερόντων διοικούμενον ἃ λέγοι λέγειν.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.