ἱκετεύουσι κινῆσαι πρὸς ᾠδὴν ἀλεκτρυόνας. ἤδη δέ τις καὶ γνώμην εἶπεν ἀλεκτρυόνα κατακλείσαντας ἔν τινι τῶν ἐγγὺς οἰκημάτων εἰς ἀνάγκην αὐτὸν ᾠδῆς ἀκαίρου καθιστάναι σοὶ μὲν ἀπάτην φερούσης, τοῖς 1 δὲ ἀπελθεῖν | διδούσης. ὡς νῦν γε στερήσει τε
λουτρῶν κάμνουσι καὶ μέσον σφίσιν οὐδὲν δείπνου τε καὶ τοῦ παρὰ σὲ δρόμου. καὶ δεινόν, εἰ διὰ τὴν σὴν περὶ ταῦτα ἀρετὴν ἀπολεῖταί τις. βέλτιον γὰρ σὲ βιασθῆναι πρὸς ὕπνον ἢ ἐκείνους πρὸς όγρυπνίαν.
Oratio 26. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.