μάτων διὰ τῶν ὡς τὸν ἄρχοντα εἰσιόντων ἄνευ τῶν τῷ τῆς θύρας κυρίῳ καθ’ ἑκάστην διδομένων ἡμέραν· τέταρτον οἱ παρὰ τὸ δεδέσθαι γιγνόμενοι θάνατοι. τουτὶ γὰρ δὴ τοῖς τε ἰδιώταις ἦν σαφὲς καὶ παρὰ τῶν ἰατρῶν ἦν ἀκούειν, ὅτι, εἰ μή τις αὐτοὺς ἐπὶ ταῖς
πληγαῖς ἔδησεν, οὐκ ἂν ἐτεθνήκεσαν. τούτοιν δὴ τοῖν δυοῖν τοῦ μὲν ἀφεκτέον σοι, πικρότερον γάρ, τὸ δὲ τηρητέον, καλὸν γάρ.
προστιθέναι γάρ σε τῇ ἡμέρᾳ τοῦτό γε τοσοῦτον 1 ὄν. ὑφ’ ὅτου κακῶς διακεῖσθαι λέγουσιν ἄλλος ἄλλο τι τοῦ σώματος καὶ μόλις ὀρθοῦσθαι καὶ μόλις ἐστά- 2 3 νᾶι καὶ ὅλως ἀπειρηκέναι, μηδὲ γὰρ τὰ αὐτὰ σοὶ δύ- νασθαι. ταῦτ’ οὖν οἱ μὲν αἰτοῦσιν, ἐγὼ δὲ παρασχεῖν σέ φημι δεῖν καὶ μὴ θαυμάζειν, εἴ τις ἐφ’ οἷς σε ζη- λοῖ, ταῦτα οὐκ ἔχει μιμεῖσθαι. οὐδὲ γὰρ τὰ Ἡρα-
Κλεοῦς, καίτοι τίς οὐκ ἂν ἡδέως; νῦν δ’ οὐδ’ αὐτὸς ὁ Θησεύς.
Oratio 26. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.