τἄλλα οὐχ ὡς ἄριστα πράττουσιν ἡ πανήγυρις φέρει 4 τι σχήματος, τί τό γε ἡμέτερον νομίζειν, | οἳ μετὰ τῆς ἄλλης τύχης καὶ τῇ τῶν Ὀλυμπίων φαιδρότητι κεκρατήκαμεν;
τῶν μὲν γὰρ ἀρχαιοτάτων εὐδαιμονεστέρα, τὰς δὲ με- γέθει νικᾷ, τὰς δὲ εὐγενείᾳ πάρεισι, τὰς δὲ τῷ παμ- φόρῳ τῆς χώρας. καὶ μὴν ἦς μὲν ἡττᾶται κατὰ τοὺς τοίχους, ταύτης κρείττων γίνεται τῷ τε ἐνύδρῳ καὶ τῷ τοῦ χειμῶνος ἡμέρῳ καὶ τῇ τῶν ἐνοικούντων ἀστειό-
τητι καὶ τῇ τῆς σοφίας ἀσκήσει, τῆς δὲ ἔτι μείζονος τῷ καλλίστῳ καλλίων ἐστίν, Ἑλληνικῇ παιδείᾳ καὶ λόγοις.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.