διενήνοχεν ἐνὶ μόνῳ παρ’ ἡμῖν νὺξ ἡμέρας τῷ τοῦ φωτὸς εἴδει. ταῖς δέ γε δημιουργίαις πρὸς ἴσον ἔρχε- ται, καὶ οἱ μὲν εὐτόνως ἐργάζονται χερσίν, οἱ δὲ | ἁπαλὸν γελῶσι καὶ πρὸς ᾠδὴν ἀνίενται. κοινή τις 3 Ἡφαίστου καὶ Ἀφροδίτης ἡ νὺξ τῶν μὲν χαλκευόντων,
τῶν δὲ ὀρχουμένων, ἐν δέ γε ταῖς ἄλλαις Ἐνδυμίων μᾶλλον τετίμηται.
οὐκ ἐνσπουδάσαι μὲν ἀγαθή, ἐνευπαθῆσαι δὲ ἐπιτηδεία; οὐχ ἵππων ἀγῶνες ἔριν ἀστασίαστον ἔχοντες; οὐκ ἀθύρματα σκηνῆς; οὐκ ἀντίπαλοι ταῖς φροντίσιν αἱ θυμηδίαι; οὐ τὸ τῶν Ἠλείων σεμνὸν ἐνταῦθα μετε- λήλυθε καὶ τοὺς διδασκάλους τῶν Ὀλυμπίων τῇ πρὸς
τὸν Δία τιμῇ παρηνέγκαμεν;
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.