τὸ ἀνορθοῦν, τοσαῦτα εἰς προσθήκην ἐσπούδαστο, πολλοὶ πολλῶν ἂν ἀγρῶν ἐστέρηντο τῆς γεωργουμένης.
ἐστί, δηλοῦντα. τοῦτο μὲν κῶμαι μεγάλαι καὶ πολυ- άνθρωποι πόλεων οὐκ ὀλίγων πλέον πολυανδρούμεναι καὶ χειροτέχναις, ὥσπερ ἐν ἄστεσι, χρώμεναι, κοινού- μεναι πρὸς ἀλλήλας <τὰ> σφῶν αὐτῶν διὰ τῶν πανη- 1 γυρέων καλοῦσαί τε ἐν μέρει παρ’ | αὑτὴν ἑκάστη 2 καὶ καλούμεναι καὶ τοῖς αὐτοῖς εὐθυμούμεναί τε καὶ χαριζόμεναι καὶ κερδαίνουσαι, ὧν μὲν περίεστι μετα- διδοῦσαι, ὧν δὲ ἐνδεῖ προσλαμβάνουσαι, τὰ μὲν δια- τιθέμεναι, τὰ δὲ ὠνούμεναι, μακρῷ τῶν κατὰ θάλατταν 3 4 5 ἐμπόρων εὐδαιμονέστεραι, ἀντὶ ῥοθίου καὶ κυμάτων σὺν γέλωτι καὶ κρότῳ χρήματα ἐργαζόμεναι, μικρὰ τῆς πόλεως χρῄζουσαι διὰ τὴν ἐξ ἀλλήλων ἀντίδοσιν.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.