καὶ περὶ ταῖς κνήμαις στρέφει καθευδόντων τε αἱ σινδόνες ὑποπνέοντος περὶ τοῖς σώμασι κυρτοῦνται, 1 2 καὶ τὴν νύκτα διπλῆν ἀνάπαυλαν ὁ ζέφυρος ἀπεργά- ζεται μιγνυμένης τῷ ὕπνῳ τῆς αὔρας.
δ’ ἄρτι θεμέλιον δέδεκται, τά δὲ πρὸς τοῦτο ὀρύσσεται, καὶ τῶν τοὺς τέκτονας ἐπειγόντων αἰ φωναὶ πανταχοῦ, καὶ τὸ πέρυσιν εἰς λαχάνων φορὰν σκαπτόμενον τῆτες ᾤκισται. ἴσασι γάρ, ὡς ὅσα τοῖς δικαίοις ὑπισχνοῦνται τετελευτηκόσιν οἱ ποιηταί, ταῦτα ζῶσιν ἐνταῦθα ἔστιν
ἔχειν.
ἐπὶ τοῖς ἔμπροσθεν οἰχομένοις, οὕτως ἡμῖν ἡ πόλις, | 3 ὡς μὲν ἀνθρώπων οὖσα πόλις, ἐπλήγη, ὡς δὲ θεο- φιλὴς, ἀνέστη ταὐτὸν καὶ παθοῦσα καὶ ποιήσασα τῇ τῆς Ἀθηνᾶς ἐλαίᾳ. καὶ γὰρ ἐκείνην ἐπῆλθε μὲν τῷ πυρὶ Ξέρξης, ὅτ’ ἔφθειρε τὴν Ἀθηναίων ἀκρόπολιν,
δευτέρᾳ δὲ ἡμέραι βλαστὸς ἀνέδραμεν εἰς πῆχυν ἐκ τοῦ κεκαυμένου. καὶ δὴ καὶ ἥδε ἄμα τε ὑπεχώρει καὶ 4 5 ἀνήρχετο.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.