ἥδε τοὺς ἄρχοντας ἐπαναγκάζει τοὔνομα | βεβαιοῦν, 1 ἀλλ’ οὐκ εἰς τυράννων μίμησιν ἐκβαίνειν. τί δὲ τοῦτό ἐστιν; οὗ μὲν ἀμαθὴς ἡ βουλὴ, κἂν πάνυ ζάχρυσος ᾖ, μετὰ ἀφωνίας, τοῖς μὲν ἄρχουσιν ὑβρίσαι πρόχειρον, τοῖς δὲ φέρειν ἀνάγκη σιγῇ. οἱ γὰρ οὐκ ἔχοντες λόγῳ
τῶν δικαίων τυγχάνειν, ἀδικεῖσθαι πρόκεινται, καὶ τοὔνομα μὲν αὐτοῖς βουλή , δούλων δὲ τὰ πάθη.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.