λόγον ὑπὲρ ἑτέρων εἰς τὴν ἑαυτῶν φοιτᾶν ἢ περὶ τῆς ἑαυτῶν ἑτέρωσε φέρεσθαι νομίζοντες ἀνεπίφθονον τὴν οἰκείαν ἐν οἶς ἔξεστιν ὑψηλοτάτην ποιεῖν.
χορόν τινα εἶναι σοφιστῶν ἐν ταῖς ἀρχαῖς τοῦ βίου τὴν τέχνην ἐπιδεικνύντων. οὕτως αὐτοῖς νοῦς τε ὀξὺς 1 2 καὶ ῥήματα στρογγύλα καὶ ῥεῦμα ἄπαυστον, ὥστε πολλοὶ τῶν φιληκόων εἰς τὰ δικαστήρια συνθέουσιν, ὥσπερ εἰς μουσεῖα παιδευτῶν, ἐπ’ ἀκροάσει τῶν παρὰ τοῖς ἄρχουσιν ἀγώνων, οὓς ἐκ τοῦ παραχρῆμα ἀνύτου- σιν ἀσφαλέστερον τῶν ἐσκεμμένων.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.