ἄλλα τί δεῖ λέγειν; ἀλλ’ Ἀντίοχος ὁ μέγας ὄνομα λαβὼν ἀπὸ τοῦ μεγάλοις ἐπιχειρεῖν τε καὶ ἐξαρκεῖν, μικρὸν ἡγησάμενος σώζειν τὰ ὄντα προσθήκην ἐπινοεῖ τοῖς οὖσι. καὶ τοῦτο μὲν τὴν νεωτέραν τῆς πόλεως μοῖραν ἑ 1 οὐ πολλῷ τῳ φαυλοτέραν τῆς ἀρχαίας, ἣν ὁ ποταμὸς περιλαμβάνει, προσκατασκευάζεται γένος μὲν Ἑλληνι- κὸν εἰσάγων, Αἰτωλοὺς καὶ Κρῆτας καὶ Εὐβοεῖς, τείχει δὲ τὴν ἅπασαν ἀσφάλειαν παρασχών.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.