πεπονθότες καὶ ὑπὸ μὲν τῶν ἐραστῶν ἑλκόμενοι, τῆς δ’ ἐρωμένης γῆς ἀνθαπτόμενοι πάλιν. τοσαύτη φιλο- χωρία μὲν εἶχε τοὺς ἡμετέρους δαίμονας, ἐπιθυμία δὲ τοὺς ξένους ἡμετέρους γενέσθαι.
ὡς οὐκ οὔσης ἑτέρας ἀμείνονος ἐγκωμίων μερίδος οὔθ’ ἡμῖν οὔτ’ ἄλλων ἀνθρώπων οὐδέσιν. εἰ δέ τις ἥδιστον ἄκουσμα τὰ δι’ ὅπλων ἔργα νομίζει, πολλὰ τρόπαια τοῖς προγόνοις ἀπὸ πολλῶν ἔστηκεν αὐτοῖς ἐξιοῦσιν, οἶος ὁ τῶν τότε πολέμων τρόπος.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.