καίτοι τί τοσοῦτον εἰς δόξαν, ἢ χώραν προσλαβεῖν ἡ· στῆσαι τρόπαιον ἢ κατακόψαι φάλαγγας ἢ ζωγρήσαντα πολεμίους ἄγειν, ἡλίκον τὸ τοὺς θεοὺς τῇδε νομίζειν | αὑτοῖς προσήκειν διαιτᾶσθαι;
αὐτὴν ἀπόδειξιν φέρει συμβὰν εὐθὺς ἐπὶ τοῦ μετ αὐτὸν ἄρχοντος. ἡ γὰρ δὴ Ἶσις, τὸ βούκερων ἄγαλμα τὸ Αἰγύπτιον, ἀφεῖσα τὴν Μέμφιν δεῦρο κινήσασα μὲν ὀνείρασι Σέλευκον τὸν ἀπὸ τοῦ Σελεύκου τέταρτον εἰς τὴν ἑαυτῆς μετάπεμψιν, κινήσασα δὲ Πτο-
λεμαῖον εἰς ἕτοιμον τῆς θεοῦ δόσιν, καὶ νῆες εὐτρεπεῖς, καὶ τὸ ἄγαλμα ἤγετο.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.