διορύξασι λαθεῖν, μηχανῶνται τοιόνδε τι· ἔφασαν βού- λεσθαι κατ’ ἴχνος τῶν αὐτόθι θεῶν δημιουργῆσαι τύπους. τῶν δὲ ἐφέντων φιλοπόνως νύκτα καὶ ἡμέραν ἔξεον, οἱ δ’ ἱερεῖς ἀνεπαύοντο. τοῖς δημιουργοῖς δὲ πρὸς τοσοῦτον διηκριβώθη τὸ τῆς μιμήσεως, ὥστε τὰ
μὲν ἀνασπάσαντες, τὰ δὲ ἀντικαταστήσαντες ἐνέβαινον εἰς τὰς ναῦς ἐν ὀφθαλμοῖς Κυπρίων, τὰ παλαιὰ μὲν 1 ὡς νεουργὰ φερόμενοι, τὰ δὲ ἄρτι δεξάμενα τὴν τέχνην ἐν τῇ δόξῃ τῶν ἀρχαίων ἀφέντες.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.