ἔσται, ὅταν κλύδωνος γέμῃ τὸ Πλέθρον, ὅταν εἰς σπουδὰς τὸ πλῆθος διῃρημένον ἐκβαίνωσι καθ’ ἑκάτε- ρον τὸ δίκαιον, οἷς τε βοηθοῦσι καὶ δι᾿ ὧν ἐναν- τιοῦνται, ὅταν αἱ μὲν χεῖρες πανταχοῦ φέρωνται, ἡ βοὴ δὲ ἐπὶ πᾶσαν τὴν πόλιν, προίωσι δέ τινες καὶ
ἐπὶ τὸ συρίττειν. τότε τῶν γεγηρακότων οὐκ ὀλίγοι τῶν ταῦτα μὲν ὁρώντων, τὰ πάλαι δὲ ἑωρακότων ἀλγοῦντες τῇ πολλῇ μεταστάσει τίνος ἀφέξονται ῥήματος, ἐρασταὶ παλαιοὶ τῶν ὡς ἀληθῶς Ὀλυμπίων;
Oratio 10. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.