ὑπῆρξε τοῖς μετ’ ἐκεῖνον; ὧν ἐγὼ τῷ πρεσβυτέρῳ τὸν ἴσον βεβίωκα χρόνον καὶ οἶδά γε θρηνήσας αὐτὸν ὑπὲρ τοὺς ἄλλους, νέος τῶν ἐκείνου ῥευμάτων ἀποστερού- μενος· καίτοι ληροῦντος ἀπελθόντος τί θρηνεῖν ἔδει; ἀλλ’ οἶμαι τὸν σοφιστὴν εὑρίσκομεν καθ’ ἑκάστην ἡμέ-
ραν ἐπιδιδόντα.
τοὺς ὁμιλοῦντας, τοὺς λαλοῦντας, τοὺς ἐν ταῖς ἐπι- δείξεσι πάντα ποιοῦντας; οἳ πότ’ ἂν ὑπήκουσαν ἀν- θρώπῳ μεθύοντι καὶ πρὸ τῆς τῶν οἰκείων φροντίδος τὰς ἐμὰς φλυαρίας ἔθεντο;
περὶ δὲ τῶν παῖδας τοὺς αὑτῶν εἰσαγόντων καὶ παρα- διδόντων, παῖδες δὲ καὶ πρὸ τῶν ψυχῶν τοῖς πατράσι, τί τις ἂν φαίη; καὶ γὰρ εἰ τοὺς ἀπόντας τὸ πρᾶγμα διέφυγε, (καίτοι πῶς ἂν τοῦτό γε ἠγνοήθη;) τοῖς παροῦσιν ἔκδηλον ἂν ἦν.
Oratio 4. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.