ἂν ὃν ἐγέννησε κατακρημνίσαι; καὶ βορβόρου μὲν οὐκ ἂν ἔδωκε πιεῖν, τῶν δὲ ἀπὸ τῆς ἐμῆς ἀφροσύνης; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐδ’ ἂν κρατήσαις εἷς ὢν καὶ οὗτος πίθηκος τοσούτων μὲν γονέων, τοσούτων δὲ πόλεων, οὕτω δὲ πολλῶν ἐθνῶν. οὐδὲ γὰρ εἰ Δάφνην
ταύτην τὴν οὕτω καλὴν καὶ δένδρεσι καὶ κήποις καὶ πηγαῖς καὶ καταγωγαῖς ἀηδὲς εἶναι λέγοις χωρίον, περιέσῃ τῆς ἀληθείας.
ἑκάστη ποῖ φέρει, καὶ ὡς ὁ βασιλεὺς ἄνευ ταλαιπωρίας καθεῖλε τὸν τύραννον, καὶ ὡς ὁ παῖς αὐτῷ μέγας ἐστὶν ἐν παιδί. ἐπίσταμαι δέ, πόσοι μὲν ἄρχοντες ἡμῖν, πό- σον δὲ ἑκάστῳ τὸ μέτρον, καὶ τί τὸ ἀεὶ παρὸν τῆς ἡμέρας μέρος, καὶ τί μὲν ἐμόν, τί δ’ οὐκ ἐμόν, καὶ
τῷ μὲν χρῶμαι, τοῦ δ’ ἀπέχομαι.
Oratio 4. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.