καὶ τὸ τιμᾶσθαί γε οὐχ ἦττον ἐντεῦθεν ἦν ἢ παρὰ τῶν λόγων αὐτῷ. οὗτος νόμῳ μὲν τῆς ὡραίας ἐτύγ- 1 2 χανεν ἀφιγμένος οἴκαδε, δειχθέντων δέ μοι τῶν λόγων καὶ πάντων οἰχομένων γράμματα πέμπεται πρὸς ἐκεῖνον φράζοντα τὴν ταχίστην ἐπιστῆναι τοῖς νέοις, ὡς ᾑρη- μένοις· εἰ δὲ μελλήσεις, τὰ γράμματα ἔλεγεν, ἐπὶ
κενὸν ἥξεις τὸ διδασκαλεῖον. οὕτως ἅπαντας ἀπαγαγὼν Ὀρφεὺς οἰχήσεται.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.