καὶ σφᾶς αὐτοὺς ἀποφαίνοντες, ἐμὲ μὲν | ὡς τέχνῃ 1 λέγοντα, σφᾶς δὲ αὐτοὺς ὡς ἀρεταῖς πολιτῶν ἡδομέ- νους, καλῶς ἐλέγξαντες ἔργῳ μάταιον λόγον, ὡς οὐκ ἀνάγκη τοῖς ἀλλήλων ἀγαθοῖς φθονεῖν τοὺς κοινω- νοῦντας πατρίδος. οὐ φαιδροτέραν Ἀγαμέμνων
ἡμέραν, ἐν ᾐ Τροίαν εἷλεν, ἢ ἐγὼ ταύτην, ἐν ᾐ ταῦτα ἃ διῆλθον ἔλαβον. οἵ γε καὶ ἐπὶ λουτρὸν ἰόντι συνη- κολούθουν θιγεῖν ἕκαστος ἐπιθυμοῦντες τοῦ σώματος.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.