ἀκριβῶς ὁ τῶν Βιθυνῶν ἔρως ἐνῴκει μηδὲν ἕτερον ἐπιτρέπων θαυμάσαι, ὥστε ἐπειδὴ θέρος ἦν, αὖθις ἐκεῖσε ἐκομιζόμην ἀφιέντος μὲν οὐδενός, ἀπειλούντων δὲ πολλῶν, κρατοῦντος δὲ τοῦ θεοῦ. λοιμοῦ δὲ ἐλαύ- νοντος τοὺς ἀνθρώπους μετασχών πως τοῦ κακοῦ καὶ
αὐτὸς παραινέσεσιν ἰατρῶν πάλιν ἦν, ἐξ ἦς ἐπεφεύγειν. δευτέρου θέρους ταὐτὰ καὶ ἐτόλμων καὶ ἠναγκαζόμην λιμοῦ ποιοῦντος, ἃ πρότερον ὁ λοιμός. καὶ κατὰ ταύ- την γε τὴν πορείαν ἐν Λιβύσσῃ — σταθμὸς δὲ ἡ Λίβυσσα τάφῳ τε καὶ λόγῳ τῷ περὶ τοῦ κειμένου
κοσμούμενος — ἐνταῦθα ἐξ αἰθρίας τε ἀκριβοῦς καὶ δριμυτάτης ἀκτῖνος νέφη συνδραμόντα σκηπτὸν καὶ ποιεῖ καὶ ἀποστέλλει, κὰδ δὲ πρόσθ’ ὀρέων Διομή- δεος ἧκε χαμᾶζε, καὶ ἐπεπόνθειν μὲν δὴ ὅσα εἰκὸς 1 ὑπὸ τοῦ τοιοῦδε | πυρός.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.