θῶν ἦν αὐτὸς καίτοι γε λέγων ἐν πεντεκαίδεκα ἀνθρώ- 3 ποις αὐτὸς δεηθεὶς τὴν ἐμὴν ἀπεῖναι | μερίδα. ὡς γὰρ εἶδε τὸ στάδιον, ἰλιγγιάσας ἐξενήνεκτο τῆς μνήμης καὶ ἐβόα μηδὲ τότε πεπαῦσθαι τὸν γόητα ἐμέ· του δὲ ἀναγνῶναι κελεύσαντος, εἰσελθεῖν γὰρ λόγον, οὐ μνή-
μὴν κρινῶν, οὐδὲ τοὺς ὀφθαλμοὺς ἔφη δύνασθαι τὸ αὑτῶν ὑπὸ τοῦ αὐτοῦ ποιεῖν. ἀλλ’ ὁ δεῖνα λαβὼν ἀναγνώσεται, δείξας τῶν ῥητόρων τὸν ἄριστον. ὁ δὲ ὡς τοῦτο ἤκουσε, ῥίψας τὸ βιβλίον ἀπῄει πιμπλὰς τὴν ἀγορὰν ἀνοήτων ῥημάτων.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.