ἠξίου με πρᾴως τε ἔχειν τῇ παρ’ αὐτὸν ὁδῷ καὶ 1 μηδὲν οἴεσθαι τῶν πεπραγμένων πεπρᾶχθαι, φήσαντος δέ μου καὶ πρὸ τῶν αὐτοῦ λόγων ὧδε ἔχειν πίστιν ἀπῄτει τῶν εἰρημένων, εἶναι δὲ πίστιν, εἰ ποιησαίμην αὐτὸν ἀκροατὴν ἐν μέσοις Νικομηδεῦσι λόγου τινός.
καίτοι ὅ γε Φίλιππος, ἔφη, καλεῖ, ταυτὶ δὲ ὅμως προ- τετιμήσθω.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.