πολλή, πατέρες δὲ ἡμᾶς τῶν φοιτητῶν ἔβοσκον ἄλλοι ἄλλους παρακαλοῦντες, καὶ ἐν οὐ πολλαῖς ἡμέραις ὑπὲρ τοὺς ὀγδοήκοντα ὁ χορὸς ἐπιρροῇ τε τῶν ἔξωθεν καὶ ταῖς τῶν ἔνδον ἀποστάσεσιν, οἵ τε ἐπτοημένοι περὶ τὰς τῶν ἵππων ἁμίλλας καὶ τὰ τῆς σκηνῆς θεάματα
πρὸς τὰς ὑπὲρ τῶν λόγων μετερρυήκεσαν σπουδὰς δόγματά τε ἐγράφετο παρὰ τοῦ κρατοῦντος ἐπαγγέλ- λοντα τὴν ἐμὴν αὐτοῦ μονήν. ἦν γὰρ δὴ δέος, μὴ ἐν ἐξουσίᾳ τοῦ ἀπαίρειν ὢν μνησθείην τῆς ἐμαυτοῦ.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.