ἔκ τε φιλοξενίας ἔκ τε τοῦ ῥᾳδίως τὸν λυποῦντα ἐπι- κλύζειν, ὥστε ἐλυσιτέλει τῷ τὴν ἀρχὴν ἔχοντι χρῆσθαι Διονυσίῳ. οὗτος ὧν τε εἴην, εἰδώς, ἡνίκα ἐπετρόπευε Σύρους, τῷ τε Νικοκλεῖ τούτῳ τῶν πρὸς ἐμὲ πρότερον συνεφαψάμενος λόγων ἔκειτο τηνικαῦτα ἀσθενῶν, ᾧ δὴ
μάλιστα ἐβλαπτόμην. ἐπεὶ δὲ ῥαί·σας τὸν ἅπαντα ἤκουσε λόγον καὶ ὡς χειμαζοίμην, δυοῖν γὰρ ἕνα οὐκ εἶναι κρατεῖν, οὐδὲ γὰρ τὸν Ἡρακλέα τὴν παροιμίαν λέγειν, ἑαυτῷ τοῦτ’ ἔφη μελήσειν, μὴ χρῆναι δὲ ἀθυ- μεῖν ἐμέ, καὶ τὸ τοῦ Πλάτωνος προσέθηκεν, ὡς ὑπ’
ἀνδρῶν οὐκ ἄν ποτε τρόπαιον ἀθυμούντων σταθείη.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.