τοὺς ἑαυτοῦ σιδήρῳ καλούς τε ὄντας καὶ μεγάλους καἰ ·εἰπεῖν ἱκανούς. τοῦτο ἡμῖν χρημάτων μεγάλων ἐκένωσε τὸν οἶκον, ὥστε ὁ πατὴρ οὑμὸς ἀδελφὰς ἐπιγάμους ἐλεούμενος ἔτρεφε. τῷ δ’ αὖ πρὸς μητρὸς πάππῳ τἄλλα τε ὄντι λαμπρῷ καὶ ῥητορικῷ μόλις διαφυγόντι τὸν
ὅμοιον θάνατον ἡ τελευτὴ συνέβη νόσῳ δύο προμά- χοις τὴν βουλὴν παραδόντι, οἱν ὁ μὲν ἐπ’ | ἀρχῇ κατέ- 5 λῦσε τὸν βίον, ὁ δὲ ἀρχὴν ἀπωσάμενος. οὐκοῦν ἐν τούτοις τὰ μὲν ἡμέρου, τὰ δὲ οὐ τοιαύτης τύχης.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.