ΒΙΟΣ Η ΠΕΡΙ ΤΗΣ ΕΑΥΤΟΥ ΤΥΧΗΣ. Rp.1
Ferrariensis adscriptae (cf. p. 68)
μέν τις τῆς Ἀντιόχου τὸ μέγεθος καὶ οἵα τις αὐτὴ καὶ πόσην νέμεται γῆν καὶ ὀίων μὲν πίνει πηγῶν, οἵοις δὲ ζεφύροις τρυφᾷ, ἔστι δὲ καὶ οὐκ ἰδόντι τὴν πόλιν ἀκοῇ πάντα ἐπίστασθαι. ποῖος γὰρ ἠπείρων ἢ ποῖος θαλάττης μυχός, οἷ τὸ κλέος οὐ πεπόρευται τοῦ ἄστεος;
ἐν δὴ μεγίστῃ μεγίστους εἶναι συνέβη γένος τοὐμὸν παιδείᾳ τε καὶ πλούτῳ καὶ χορηγίαις καὶ ἀγῶσι καὶ λόγοις, ὅσοι φοραῖς ἀρχόντων ἀπαντῶσιν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.