νικώμενος, ἔκειτό τε τὸν πανδοκέα πριάμενος, οἱ θη- ραταὶ δὲ καὶ οὗτοι τῶν λόγων ᾑρήκεσαν, ἔν τε τῇ μεγάλῃ πόλει μέσος ὢν πρακτόρων ἐπὶ μέσης ἀγορᾶς σφαίρας δίκην πανταχοῖ πανταχόθεν ἐπέμπετο. των δὲ τὰ μὲν ὁρῶν, τὰ δὲ ἀκούων ἐγὼ προσεκύνουν
τὴν Τύχην, δι’ ἣν οὐκ ἔστιν ὅτε μοι δίκης νης ἐστερήθην.
ἥκιστα μὲν ὤν, πάνυ δὲ εἶναι νομίζων εὔχετο μὲν 2 3 4 τήνδε παραλαβεῖν τὴν ἀρχήν, ὅπως, ἔφη, διδάσκαλος γενοίμην τοῖς ἄρχουσιν, ὁποίους τινὰς εἶναι χρὴ πρὸς τοὺς διδάσκοντας λέγειν. καὶ λέγων ταῦτα συνῆν τε τὸ πλέον τῆς ἡμέρας καὶ τῆς νυκτὸς 5 οὐκ ὀλίγον ἀνήλισκε, καὶ εἴ τῳ διακωλυθείη, | ζημία 6 τοῦτο ἦν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.