τὸν δὴ τὸν χρόνον τὰ μὲν τῶν εἰωθότων ἡμῖν πολε- μεῖν τόξα ἦν ἐν παττάλοις, ἡ κεφαλὴ δὲ ἰσχυρῶς ἐπο- λεμεῖτο τῷ παλαιῷ κακῷ. καὶ δὴ καὶ τοῦ καταπεσεῖσθαι ὁ φόβος οἴκοι παρῄνει μένειν χαίρειν εἰπόντα τῷ περὶ τοὺς νέους ἔργῳ. ἀλλὰ κἀνταῦθα θεῶν τις χεῖρα
ὑπερέσχε δι’ ἀγαθοῦ μάντεως λύσας ἐλπίδι τὸν φόβον· μᾶλλον δὲ ὁ μὲν προσέπιπτεν, ἡ δὲ ἐμάχετό | τε καὶ 1 ἐπειρᾶτο νικᾶν.
ὥστε μετά τινας ἡμέρας καὶ τοιαύτην ἐπ’ ἐμὲ δόξαν ἐλθεῖν, (πλάττοντα λόγους ἔξω κομίζειν) ἀκηκοότα οὐδέν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.