παρ’ αὐτομόλου τινὸς μαθεῖν ὑπῆρξεν, ἐν ὅτῳ εἴη τύχης, ἡμῖν δὲ τοῖς Ἀντιοχεῦσιν ἀνθρώπων μὲν οὐδείς, σεισμοὶ δὲ ἐγίγνοντο τοῦ κακοῦ μηνυταὶ πόλεων τῶν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ τῶν μὲν μέρη, τὰς δὲ ὅλας κατενεγκόντες· ἐδόκει γὰρ ἡμῖν ὁ θεὸς μεγάλοις πά-
1 2 θεσι μέγα σημαίνειν. εὐχομένων δὲ μὴ τὰ ὄντα δοξάζειν πικρὸν διὰ τῶν ὤτων τρέχει τῆς ἀγγελίας βέλος, Ἰουλιανὸν μὲν ἐκεῖνον ἐν σορῷ φέρεσθαι, τοῦ δεῖνος δὲ γεγενῆσθαι τὸ σκῆπτρον, Περσῶν δὲ Ἀρμε-
νίαν τῆς τε ἄλλης ὁπόσον ἐβούλοντο γῆς.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.