τοῦ στρατοῦ φόνοις τε καὶ τροπαῖς ἀγῶσί τε γυμνι- κοῖς καὶ ἱππικοῖς, ἃ κατεθεῶντο ἀπὸ τῶν ἐπάλξεων οἱ Κτησιφῶντος οἰκήτορες οὐδὲ τῷ πάχει τοῦ τείχους πι- στεύειν ἔχοντες, τοῦ τε Μήδου διὰ πρεσβείας τε καὶ δώρων ἐγνωκότος ἱκετεύειν, μηδὲ γὰρ νοῦν ἔχειν πρὸς
δαίμονα ἄνδρα μάχεσθαι, τῶν δὴ πρέσβεων ἐπὶ τοὺς ἵππους ἀναβαινόντων | αἰχμὴ τοῦ σοφωτάτου βασι- 1 λέως τεμοῦσα τὴν λαγόνα βρέχει τῷ τοῦ νενικηκότος αἵματι τὴν τῶν ἡττωμένων γῆν καὶ ποιεῖ τὸν πεφρι- κότα τῶν διωκόντων κύριον.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.